Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.56 Dem. 8.60 (English) >>Dem. 8.64

8.59ἀλλʼ ἐπειδὰν ἐπʼ αὐτοὺς ἡμᾶς ἴῃ, τί φήσομεν; ἐκεῖνος μὲν γὰρ οὐ πολεμεῖν, ὥσπερ οὐδʼ Ὠρείταις, τῶν στρατιωτῶν ὄντων ἐν τῇ χώρᾳ, οὐδὲ Φεραίοις πρότερον, πρὸς τὰ τείχη προσβάλλων αὐτῶν, οὐδʼ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων. καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν; οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐ γὰρ ἄλλο γʼ οὐδέν ἐστι μεταξὺ τοῦ μήτʼ ἀμύνεσθαι μήτʼ ἄγειν ἡσυχίαν ἐᾶσθαι. 8.60καὶ μὴν οὐχ ὑπὲρ τῶν ἴσων ὑμῖν καὶ τοῖς ἄλλοις ἔσθʼ κίνδυνος· οὐ γὰρ ὑφʼ αὑτῷ τὴν πόλιν ποιήσασθαι βούλεται Φίλιππος, ἀλλʼ ὅλως ἀνελεῖν. οἶδεν γὰρ ἀκριβῶς ὅτι δουλεύειν μὲν ὑμεῖς οὔτʼ ἐθελήσετε, οὔτʼ, ἂν ἐθελήσητε, ἐπιστήσεσθε (ἄρχειν γὰρ εἰώθατε), πράγματα δʼ αὐτῷ παρασχεῖν, ἂν καιρὸν λάβητε, πλείω τῶν ἄλλων ἀνθρώπων ἁπάντων δυνήσεσθε.

8.61ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ὄντος τοῦ ἀγῶνος, οὕτω προσήκει γιγνώσκειν, καὶ τοὺς πεπρακότας αὑτοὺς ἐκείνῳ μισεῖν κἀποτυμπανίσαι· οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῶν ἔξω τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσητʼ ἐχθρούς. 8.62πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλʼ ἔμοιγε δοκεῖ ποιεῖν τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δʼ ἀπειλεῖν ἤδη; οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετʼ εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδʼ ἂν εἰπεῖν δύναιτʼ οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησε καὶ πόλλʼ ἕτερα·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.56 Dem. 8.60 (English) >>Dem. 8.64

Powered by PhiloLogic